Evandre - 0553 0584 Episode2 (3) Talthybios

           

0553 0584 Episode2 (3) Talthybios (Hécube, Euripide)

Format pdf : Texte au format PDF

la mort de Polyxène

Euripide Hécube v553-584


La mort de Polyxène (fin du récit de Talthybios)


ΤΑΛΘΥΒΙΟΣ

(...)

Λαοὶ δ ἐπερρόθησαν, Ἀγαμέμνων τ ἄναξ 553

εἶπεν μεθεῖναι παρθένον νεανίαις.

Οἳ δ’, ὡς τάχιστ ἤκουσαν ὑστάτην ὄπα, 555

μεθῆκαν, οὗπερ καὶ μέγιστον ἦν κράτος.

Κἀπεὶ τόδ εἰσήκουσε δεσποτῶν ἔπος,

λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδος

ἔρρηξε, λαγόνος ἐς μέσον, παρ ὀμφαλόν,

μαστούς τ ἔδειξε, στέρνα θ ὡς ἀγάλματος 560

κάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυ

ἔλεξε πάντων τλημονέστατον λόγον·

« Ἰδού, τόδ εἰ μὲν στέρνον, ὦ νεανία,

παίειν προθυμῇ, παῖσον, εἰ δ ὑπ αὐχένα

χρῄζεις, πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε. » 565

Ὃ δ οὐ θέλων τε καὶ θέλων, οἴκτῳ κόρης,

τέμνει σιδήρῳ πνεύματος διαρροάς,

κρουνοὶ δ ἐχώρουν.Ἣ δὲ καὶ θνῄσκουσ ὅμως

πολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν,

κρύπτουσ ἃ κρύπτειν ὄμματ ἀρσένων χρεών. 570

Ἐπεὶ δ ἀφῆκε πνεῦμα θανασίμῳ σφαγῇ,

οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον·

ἀλλ οἳ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶν

φύλλοις ἔβαλλον, οἳ δὲ πληροῦσιν πυράν

κορμοὺς φέροντες πευκίνους· ὁ δοὐ φέρων 575

πρὸς τοῦ φέροντος τοιάδ ἤκουεν κακά·

« Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδι

οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων ;

Οὐκ εἶ τι δώσων τῇ περισσ εὐκαρδίῳ

ψυχήν τ ἀρίστῃ ; » Τοιάδ ἀμφὶ σῆς λέγων 580

παιδὸς θανούσης, εὐτεκνωτάτην τέ σε

πασῶν γυναικῶν δυστυχεστάτην θ ὁρῶ.

ΧΟΡΟΣ

Δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν

πόλει τε τἠμῇ θεῶν ἀνάγκαισιν τόδε.


Vocabulaire dans l’ordre du texte :

553

λαός,οῦ () : le